Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.777
Not analysed yet
ἐξαίφνης ἄφωνος γένηται, σπασθεὶς ἀποθνῄσκει." περὶ δὲ τῆς αἱμορραγίας, ὅτι σπασμὸς γίνεται ὑπὸ πληρώσεως ἢ κενώσεως, ἀλλ' οὐχὶ τοῦ παντὸς σώματος, ἀλλὰ τῶν νεύρων αὐτῶν, ὅθεν ἐφ' αἱμορραγίαις οὐ σπῶνται, πλὴν εἰ καταψυχθείη ἤτοι διὰ τὴν τῶν παραμενόντων ἀμέλειαν ἢ τὸ καταπαύειν ἐθέλειν τὴν αἱμορραγίαν διὰ ψυκτηρίων βοηθημάτων. Ἐν ἱδρῶτι πτύελα παραρρέοντα πυρετώδει ἐόντι εὐήθεα. ἆρά γε <τούτοισιν> ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; οἶμαι. ἆρά γε τούτοισιν εἰς ἄρθρον ἀπόστημα ἔσεσθαι; Τινὲς τὸ πέρας τῆς προτέρας ῥήσεως ἀρχὴν ταύτης ποιοῦνται διττῶς· ἔνιοι μὲν μετὰ τοῦ ἄρθρου τὰ σπασμώδεα ἐν ἱδρῶτι πτύελα παραρρέοντα· διαφέρει δ' οὐδὲν ὡς πρὸς τὴν διάνοιαν, ἐάν τε προσθῇ τις ἐάν τε ἀφέληται τὸ |