Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.778
Not analysed yet
ἄρθρον. τὸ μέντοι προτάξαι τῶν ἐφεξῆς λεγομένων τὰ σπασμώδεα μεγάλην ἐξαλλαγὴν ποιεῖ τῆς διανοίας. καὶ ταύτης γε ἔτι μᾶλλον κατὰ τὴν ἑτέραν γραφήν, ἥν τινες τῶν νεωτέρων ἔγραψαν, ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήσαντες ὄνομα σύνθετον ἀνιδρωτί, τοῦτ' ἔστι τὸ μὴ ἐν ἱδρῶτι ἢ ἄνευ τοῦ ἱδρώττειν. εἰ μὲν οὖν μὴ πολλάκις ἐν πολλαῖς ῥήσεσι τὰ μηδὲν εἰς τὴν πρόρρησιν συντελοῦντα τοῖς συντελοῦσιν ἀντέγραψεν, ἄντικρυς ἂν ἐμεμψάμην τοὺς προγράψαντας ἢ προτάξαντας τῇ ῥήσει τὰ σπασμώδεα. προστιθέντος δ' αὐτοῦ καὶ τὰ μηδὲν συντελοῦντα, συγγιγνώσκω τοῖς γράψασι τὰ σπασμώδεα καίτοι μηδὲν ἀξιόλογον εἰς τὰ παρόντα συντελοῦν. τὰ γὰρ ἐν πυρετοῖς ἅμα τοῖς ἀκρίτοις ἱδρῶσι παραρρέοντα πτύελα διὰ πλῆθος ἄμετρον ἢ διὰ ἀρρωστίαν τῆς δυνάμεως γίνεται, καὶ διὰ τοῦτό ἐστιν εὐήθη, καθάπερ εἰ καὶ εὔτροπά τις εἶπεν. ἀλογωτέρα δέ τι γένοιτ' ἂν ἡ διάνοια γραφόντων ἡμῶν ἀνιδρωτί. καίτοι οἱ μεταθέντες τὴν παλαιὰν γραφὴν ὥς τι σοφώτερον εὑρηκότες