Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.780
Not analysed yet
Τίνα μὲν ὀνομάζει μελαγχολικὴν παραφροσύνην, ἔμπροσθεν εἶπον, αὐτῆς ταύτης, ἧς νῦν εἶπε ῥήσεως, τὴν ἀρχὴν αὐτοῦ γράψαντος. ὁ δὲ ἐνεστὼς λόγος ἐστίν, ὡς αὐτὸς ὡμολόγησεν, ἑωρακότος αὐτοῦ τὴν τοῦ σκυτέως θυγατέρα ἐξ ἐπιμηνίων ἐπισχέσεως παρακρούσασαν θηριωδῶς. ἐνεδείξατο δὲ διὰ τῆς φωνῆς ταύτης ἐπίτασιν τοῦ μελαγχολικοῦ. ἑτοίμων γὰρ ὄντων εἰς τὸ κακουργεῖν τοὺς πέλας τῶν μελαγχολικῶς παρακρουόντων, ὅταν μεγάλας ποιῶνται τὰς κακουργίας, θηριώδεις αὐτὰς ὀνομάζει. ἀλλὰ τὸ ἐξ ἐπισχέσεως τῆς ἐμμήνου καθάρσεως τοιαύτην γίνεσθαι παραφροσύνην οὔτε παντελῶς ἀληθὲς οὔθ' ὡς τὸ πολύ. μελαγχολικοῦ γὰρ ὄντος τοῦ αἵματος τὸ ἐπὶ τὸν ἐγκέφαλον ἰέναι τοιαύτην ἐργάζεται παρακοπήν, πικροχόλου δὲ οὐκέτι τοιαύτην, ἀλλὰ τὴν συνήθως γινομένην. εἰ δὲ φλεγματῶδες εἴη τὸ πλῆθος, καταφορὰν καὶ λήθαργον μᾶλλον ἐργάσεται, μικτὸν δ' εἴπερ ἐκ τούτων εἴη, μικτὴν καὶ τὴν διάθεσιν ἐκ καταφορᾶς καὶ ἀγρυπνίας ἢ παρακοπῆς ἀποτελέσει.