Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.781
Not analysed yet
ὥσπερ δὲ οὐδὲν τούτων ἐστὶ καθολικὸν αὐτοῖς, οὕ|τως οὐδὲ τῶν ἐφεξῆς εἰρημένων οὐδέν, ὅσα τῇ τοῦ σκυτέως ἔγραψε συμβῆναι θυγατρί. Οἷσιν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενές, οὔτε παρ' ἑωυτοῖσίν εἰσιν διανοσέουσι τε μακροτέρως. Τὸ παρ' ἑωυτοῖσιν ἔνιοι γράφουσιν παρὰ σφίσιν αὐτοῖς εἰσιν. εὔδηλον δ' ὅτι περὶ τῶν σωφρονούντων ἀμφότερα λέγεται τό τε παρὰ σφίσιν αὐτοῖς εἶναι καὶ τὸ παρ' ἑωυτοῖσιν εἶναι. τὸ δὲ οὐκ εἶναι παρ' ἑωυτοῖσιν, τοῦτ' ἔστι μὴ κατανοεῖν, ἀλλὰ παραφέρεσθαι τὴν γνώμην. τὴν δὲ διάγνωσιν ἀγνοοῦσιν ὥσπερ ἐξ ἄλλων τινῶν, οὕτω κἀκ τῶν ἀτενῶς ἐκλαμπόντων ὀφθαλμῶν ἴσχειν. ἤρκει δ' εἰς τοῦτο τὸ πρόσθεν ὑπ' αὐτοῦ λελεγμένον ὄμματος θράσος παρακρουστικόν, ὡς καὶ τοῖς ἰδιώταις ἐστὶ δῆλον, ὅσοι γε μὴ παντάπασιν ἠλίθιοι. πρόδηλον γὰρ ὅτι τοῦτο προσυπακούειν ἀεὶ χρή· καλοῦμεν γὰρ εἰς τὰ τοιαῦτα πάντα μάρτυρας ἰδιώτας <οὐ τοὺς> ἀδιανοήτους |