Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.783
Not analysed yet
Εἴ τι καὶ ἄλλο πολλάκις καὶ αὐτὸς ἀποβαῖνον εἶδον, οὕτω καὶ τοῦτο. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐκ πολλῆς πείρας τῆς ἐπὶ μέρους αὐτῷ γεγονυίας ἠθροικέναι τὰ καθόλου. καὶ γὰρ κατὰ τὰ τῶν Ἐπιδημιῶν βιβλία πολλοὺς ἔγραψεν ἀρρώστους αἱμορραγήσαντας ἐπ' ἀγαθῷ, τοὺς δ' αὖ πάλιν ἐπὶ κακῷ. τὴν δ' αἰτίαν τούτων ἀποφηνάμενοι ἑτέρωθι σκεπτώμεθα, νυνὶ δ' ἀρκέσει τοῦτο γινώσκειν, ὡς οἱ φάσκοντες, ὥσπερ ἐξ ἥπατος ἡ κοίλη φλὲψ ἀναφέρεται διὰ τοῦ θώρακος, οὕτω καὶ ἐκ σπληνὸς ἑτέραν ἀνερχομένην διανέμεσθαι τοῖς ἀριστεροῖς μέρεσιν οὐκ ἀληθεύουσι· μία γάρ ἐστι μόνη φλὲψ ἐκ τῶν κάτω τοῦ διαφράγματος ἀνερχομένη. ζητεῖται δ' οὐκ ἀλόγως ὑπὸ τῶν ἐξηγητῶν, διὰ τί προσέθηκε τῷ ἐπὶ σπληνὶ τὸ μεγάλῳ, καί φασιν οἱ τὰ πιθανώτατα δόξαντες λέγειν ἐπὶ σμικροῦ σπληνὸς οὐ πάνυ σαφῆ γίνεσθαι τὴν ἐφ' ἑκάτερα ῥοπὴν ὠφελείας ἢ βλάβης. ἐμοὶ δὲ δοκεῖ προσθεῖναι τῷ λόγῳ τὸ μεγάλῳ, ὡς εἰ καὶ ‘ἐξηρμένῳ’ ἢ ‘ὠγκωμένῳ’ ἢ ‘φλεγμαίνοντι’ |