Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.784
Not analysed yet
προσέγραψεν. εἰ γὰρ ἁπλῶς ἐπὶ σπληνὶ ἐγεγράφει, ζήτησις πάλιν ἂν ἦν ἑτέρα, τί πάσχοντος λέγει τοῦ σπληνός. ἵν' οὖν τοῦτο μὴ ζητῶμεν, ἀλλ' εἰδῶμεν ἐπὶ παντὸς ὄγκου τοῦ παρὰ φύσιν ἐν σπληνὶ τὴν ἀνάπαλιν αἱμορραγίαν βλαβερὰν οὖσαν, ἕνεκα τοῦ διορισμοῦ προσέγραψε τὸ μεγάλῳ. παράδειγμα δέ ἐστι τοῦτο αὐτό, δηλονότι τὸ ἐπὶ τοῦ σπληνός, ἁπάντων τῶν ἀνάπαλιν αἱμορραγούντων, καὶ διὰ τοῦτο πρόσκειται τῷ λόγῳ τὸ οἷον, ὡς εἰ καὶ οὕτως εἰρήκει ‘οἷον ἐφ' ἥπατι μεγάλῳ ἐξ ἀριστεροῦ μυκτῆρος αἱμορραγία γιγνομένη’. ἀλλὰ τὸ μὲν ἀπὸ σπληνὸς ὡς παραδείγματος ἐφ' ἧπαρ μεταβῆναι προφανὲς εἶναι δόξας οὐκέτ' ἐμνημόνευσεν τοῦ ἥπατος. ὅτι δ' ἀπὸ σπλάγχνου πάλιν ἐπὶ σπλάγχνον ἡ μετάβασις ἐγένετο, προσέθηκε τὸ ὑποχόνδριον εἰπὼν καὶ τὰ καθ' ὑποχόνδριον ὡσαύτως, ἵνα μὴ μόνον ἐπὶ τοῖς σπλάγχνοις τὰς κατ' ἴξιν αἱμορραγίας ἀγαθὰς εἶναι νομίζωμεν ἢ κακὰς τὰς ἀνάπαλιν, ἀλλὰ καὶ τοῖς ὑποχονδρίοις. οὔσης δὲ κακῆς τῆς ἀνάπαλιν αἱμορραγίας ἔτι μοχθηρότερον γίνεται τὸ σημεῖον, |