Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.786
Not analysed yet
ἀνάγκης αὐτὸ χρὴ διὰ τὸ μηδὲν ἔχειν ἄλλο νοῆσαι. γενήσεται γοῦν ὁ λόγος ὁλόκληρος ἑρμηνευθεὶς τοιόσδε· γενομένης ἐκ ῥινῶν αἱμορραγίας, ὅταν ἱδρῶτες ἢ ὦσιν ἢ ἐπιγένωνται, περίψυξιν μὲν φέρουσι μηνύουσαν †οἷον κακὸν εἶναι τὸ νόσημα, περιψύξεως δὲ τῆς μὲν ἐν τοῖς ἄκροις γινομένης, τῆς δὲ καθ' ὅλον τὸ σῶμα, χαλεπωτέρα δηλονότι περίψυξίς ἐστιν ἡ καθ' ὅλον τὸ σῶμα. Καθ' αἱμορραγίαν μελάνων δίοδος κακόν, πονηρὰ δὲ καὶ τὰ ἐξέρυθρα. εἰ δέ, ἆρά γε τεταρταίοισι ταῦτα αἱμορραγέει; κωματώδεες ἐκ τοιούτων σπασμῷ τελευτῶσιν· ἆρα μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης; Συνέχεε πάλιν κἀνταῦθα καθάπερ ἐν ἄλλοις πολλοῖς λόγον σαφῆ καὶ χρήσιμον ὑφ' Ἱπποκράτους εἰρημένον. ἔστιν δ' αὐτοῦ τὸ μὲν πρῶτον καθόλου τοιόνδε· "τὰ κρίσιμα μὴ |