Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.785
Not analysed yet
ἐὰν μετ' ἐφιδρώσεως συμβαίνῃ. ἐφίδρωσιν δὲ πολλάκις μὲν ἤδη κατὰ τὸ βιβλίον ἔγραψεν, οὐδαμόθι δὲ σαφῶς οὕτως ὡς γνῶναι, πότερον τὴν περὶ θώρακα καὶ κεφαλὴν γιγνομένην ἱδρώτων ἐπιφάνειαν οὕτως ὠνόμασεν ἢ καὶ τὴν δι' ὅλου τοῦ σώματος, ὅταν ὀλίγοι τε καὶ μηδὲν ὠφελοῦντες γίνωνται. μοχθηρὸν μὲν οὖν ἑκάτερον αὐτῶν ἐστιν, μοχθηρότερον δὲ ἐν τοῖς ἄνω μέρεσι γίνεται. σημαινούσης γὰρ ἁπάσης ἐφιδρώσεως ἤτοι πλῆθος ἐν τοῖς ἐφιδροῦσιν μορίοις ἢ τῆς καθεκτικῆς δυνάμεως ἀρρωστίαν, ὁπότερον ἂν ᾖ τούτων, ἐν τοῖς περὶ θώρακα καὶ κεφαλὴν τόποις μοχθηρότερον ἔτι σημεῖον ἢ κατ' ἄλλο τι μέρος γέγονε. Τὰ ἐκ ῥινῶν μικροῖς ἱδρῶσι περιψυχόμενα, κακοήθεα, μοχθηρά. Κἀνταῦθ' <ἀσαφεῖ> πάλιν ἑρμηνείᾳ κέχρηται μὴ προσθεὶς τῷ ἐκ ῥινῶν <τὸ> [ἀεὶ] ‘αἱμορραγοῦντι’ προσυπακοῦσαι δ' ἡμᾶς ἐξ |