Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.789
Not analysed yet
νώσκει τὰ κατὰ μέρος. ἀλλ' ὁ τὸ προρρητικὸν τοῦτο γεγραφὼς ἐν τοῖς κατὰ μέρος φέρεται καὶ διὰ τοῦτο ποτὲ μὲν ἐξ ἀνομοιογενῶν συμπτωμάτων ἀθροίζει συνδρομήν, ποτὲ δ' ἐξ ἑνὸς ἢ δυοῖν ἀρρώστοιν ἀπόφασιν ποιεῖται καθόλου, ποτὲ δ' ἀπορεῖ καὶ ἀμφιβάλλει, καθάπερ καὶ νῦν εἰπών· ἆρά γε τεταρταίοισι ταῦτα αἱμορραγέει; ὡς γὰρ ἑωρακώς τινα τεταρταῖον αἱμορραγήσαντα, παραλιπὼν δὲ τοὔνομα γράψαι, τὸν λόγον ἐποιήσατο· καίτοι τὰ περὶ τῶν ἡμερῶν καθόλου διδασκαλίαν ἔσχεν ἐν τῷ Προγνωστικῷ. πάλιν δὲ τὰ κατὰ μέρος ἀποφαινόμενος οὗτος ὁ τὸ Προρρητικὸν γράψας οὐχ ὡς κατὰ μέρος, ἀλλ' ὡς καθόλου τὸν λόγον ἐποιήσατο γράψας ὧδε· κωματώδεες ἐκ τούτων σπασμῷ τελευτῶσιν, οὐκ ἀναγκαίως γιγνόμενον εἰπών, ἀλλ' ἔσθ' ὅτε συμβαῖνον, ὥσπερ καὶ ἄλλο τι τῶν ἀόριστον ἐχόντων γένεσιν. ἀλλὰ τοῦτο μὲν ἁπλῶς ἀπεφήνατο, περὶ δὲ τῶν μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης <ἀπορεῖ>. ἀποκρινόμεθα τοιγαροῦν αὐτῷ κἀνταῦθα δύνασθαι μὲν καὶ ταῦτα γενέσθαι, ἀλλ' οὔτε διὰ παντὸς οὔθ' ὡς τὸ πολύ. |