Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.790
Not analysed yet
Τὰ αἱμορραγέοντα ἐφιδροῦντα τρώματα κακοήθεα· διαλεγόμενοι λαθραίως τελευτῶσιν. Ἔνιοι μὲν ἔγραψαν τρώματα διὰ τοῦ τ καὶ ρ καὶ ω τὴν πρώτην συλλαβήν, ἔνιοι δὲ τρομώδεα διὰ τοῦ τ καὶ ρ καὶ ο. συνηθέσταται μὲν αἱ γραφαὶ αὗται τοῖς τ' ἐξηγηταῖς ἐγένοντο καὶ τοῖς γραφεῦσι, σπάνιαι δὲ ταῖς συνδρομαῖς, ὥσπερ καὶ ἡ διὰ τοῦ τ καὶ ρ καὶ α καὶ υ τὴν πρώτην συλλαβὴν ἔχουσα γεγραμμένην. ἀρκτέον οὖν ἐστι καὶ ἡμῖν ἀπὸ τῆς συνήθους, ἣν διὰ τοῦ τ καὶ ρ καὶ ω γεγραμμένην εὑρίσκομεν ταὐτὸν σημαίνουσαν τῇ διὰ τοῦ τ καὶ ρ καὶ α καὶ υ γεγραμμένῃ. τρώματα γὰρ τὰς ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβας ὀνομάζει καὶ Ἱπποκράτης. εἰκὸς οὖν ἐστι καὶ νῦν τοῦτον τὸν λόγον οὐ μόνον ἐπὶ τραυμάτων ἢ ἐξανθημάτων ἢ ἀποστημάτων καὶ διαστάσεων γεγονέναι, ἀλλὰ καὶ ἐπὶ τῶν αἱμορραγιῶν. συμφωνότεραι γάρ εἰσιν αἵδε ἐπὶ τοῖς τραύ-