Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.796
Not analysed yet
σει λάβρως. ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει; Ἐδήλωσε πάλιν ἐνταῦθα σαφῶς αὐτὸ <τὸ> ἐν ταῖς κατὰ μέρος συνδρομαῖς φαινόμενον· αἱμορραγίας γάρ εἰσιν ἴδια σημεῖα τὰ γεγραμμένα σαφῶς ἐφεξῆς ἐν τοῖς Περὶ κρίσεων ὑπομνήμασι, νῦν δὲ ἐπ' ἀνθρώπου λάβρως αἱμορραγήσαντος πάντα τὰ προηγούμενα τῆς αἱμορραγίας ἔγραψεν. Οἷσιν αἱμορραγίαι πλείους, προεληλυθότος χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ. Ἐν μὲν τοῖς Ἀφορισμοῖς ὁ Ἱπποκράτης εἶπεν· "οἷσιν ἐν πυρετοῖσιν αἱμορραγέει πλῆθος ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσιν τούτοισιν αἱ κοιλίαι καθυγραίνονται," οὗτος δὲ ἁπλῶς ἔφη πονηρεύονται, τάχα περιλαβεῖν τῷ πονηρεύονται ῥήματι βουληθεὶς καὶ τὸ ‘ἐξυγραίνονται’ καὶ τὰ ἄλλα |