Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.797
Not analysed yet
ὅσα κατὰ κοιλίαν πλημμελεῖται, τινῶν μὲν δακνομένων, τινῶν δ' ἐμφυσωμένων ἢ ὀξυρεγμίαις ἁλισκομένων ἢ ὅλως ἀπεπτούντων. ἅπαντα δ' ἕπεται τῇ τῆς ἐμφύτου θερμασίας ἐνδείᾳ, δι' ἣν καὶ τὸ οὖρον ὑδατῶδες φαίνεται. Ἐν κρισίμοις περιψύξεσι τῶν αἱμορραγιῶν αἱ νεανικαὶ κάκισται. Σαφὴς ὁ λόγος ἐστὶν καὶ ζήτημα οὐδὲν ἔχων νεανικαὶ καὶ κάκισται γεγραμμένων. ἂν δ', ὡς ἔνια τῶν ἀντιγράφων, ἀντὶ τοῦ κάκισται τὸ κράτισται γεγραμμένον ἔχῃ, μέγιστον γίνεται ζήτημα· καί τινες αὐτῷ συναγορεύοντές φασι τὸ δηλούμενον εἶναι τοιοῦτον· ‘ὅσαι αἱμορραγίαι νεανικαὶ περιψύχονται ἐν κρισίμοις ἡμέραις, ἄρισταί εἰσιν, ὡς ἂν ἐπισχοῦσαι τὰς αἱμορραγίας.’ οὗτοι δὲ οὐ τὴν γεγραμμένην ἐξηγοῦνται ῥῆσιν, ἀλλ' ἑτέραν, ἧς ἔδει τὴν λέξιν εἶναι τοιαύτην· ‘αἱ ἐν κρισίμοις