Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.801
Not analysed yet
Οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν καὶ χεῖρας, ναρκώδεες, καρδιαλγικοί, ἰχωρώδεες, αἱμορραγέουσι λάβρως καὶ κοιλίη δὲ καταρρήγνυται, τούτοισι καὶ γνῶμαι ταραχώδεες ἐπὶ πολύ. Πρόσεχε πάλιν ἐνταῦθα τὴν συνδρομὴν αὐτῷ γράφοντι, καθὼς ἐθεάσατό τινας αἱμορραγήσαντας, καὶ εἰ μέμνησαι τῶν ὑπ' ἐμοῦ διδαχθέντων, αὐτὸς κρίνειν δύνασαι, τίνα περιττῶς γέγραπται γενόμενα τοῖς αἱμορραγήσασι τῶν σημείων. τὰ μὲν οὖν ἄλλα τῆς ῥήσεως ὡσαύτως οἱ πλεῖστοι γράφουσι, τὸ δὲ ἰχωρώδεες ἔνιοι χολώδεες ἔγραψαν. πρόδηλον δέ ἐστιν, εἰ μέμνησαι τῶν ἔμπροσθεν, ὅπως ἑκάτερα δύναται συναγορεύεσθαι. Οἷς ἐφ' αἱμορραγίῃ λάβρῳ πυκνῇ μελάνων συχνῶν διαχώρησις, ἐπιστάσης δ' αἱμορραγοῦσιν, οὗτοι κοιλίας ὀδυνώ|