Ancient Greek · ~4 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.800
Not analysed yet
τὴν γαστέρα |μάχην ἐμφαίνει, οἷον δή τινες μὲν ἐπ' αὐτοῦ τοῦ σώματος τῆς γαστρὸς αὐτὸ ἐπήκουσαν τὸ ἐπίσκληρον, οὐκ ἐπὶ τῶν διαχωρημάτων, ἔνιοι δὲ οὐδὲν τοῦτο κωλύειν φασὶ τινὰς μὲν τῶν οὕτως αἱμορραγούντων ἔτι μᾶλλον ἢ πρόσθεν ἐπισκληρυνθῆναι τὴν γαστέρα, τινὰς δὲ λειεντεριώδεις γενέσθαι, καθάπερ γε καὶ σχεῖν ἀσκαρίδας. ἔνιοι δὲ καὶ δύνασθαί φασι λειεντερίαν ἐπίσκληρον γενέσθαι, τῶν διερχομένων οὐ μόνον ἀτρέπτων ἢ ἀμεταβλήτων κατὰ ποιότητα μεινάντων, ἀλλὰ καὶ σκληρῶν οἷα κατεπόθη μενόντων ἄνευ τοῦ διαβραχῆναι. Διοσκορίδης δὲ τὴν προκειμένην ῥῆσιν ταύτην διχῆ ἑλὼν ἰδίᾳ μὲν γράφει τὸ "οἷσι κοιλίης ἐπίτασις, αἱμορραγέει καὶ ἐπιρριγώσασι, ἆρά γε καὶ πρὸς τὸ αἱμορραγέει τοιοῦτον;" μετὰ ταῦτα δὲ ἀφ' ἑτέρας ἀρχῆς "κοιλίη λειεντεριώδης ἢ ἐπίσκληρον <ἢ> ἀσκαρίδας ἢ ἀμφότερον". γράφει δὲ οὐκ ἐπίσκληρος, ἀλλ' ἐπίσκληρον διὰ τοῦ ν, καὶ κατ' αὐτοῦ τὸ Λ ἄνωθεν ἐπιθεὶς ἑκατέρωθεν περιστίζει βούλεται σημαίνειν τὴν ἐπίσκληρον ταύτην φωνὴν τὸ κατεσκληρυκὸς σῶμα. |