Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.803
Not analysed yet
Οἷς ἂν ἀπὸ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρίῃ μικρὰ ἡ ἀπόσταξις, ἔχει τι δύσκολον· ἔμετος τούτοισι συμφέρει καὶ κοιλίης ταραχή. Οὐκ οἶδ' ὅπως ὡς περὶ σμικροῦ κακοῦ τῆς ἐκ τῶν ῥινῶν ἀποστάξεως φρονεῖ. τὸ γὰρ ἔχει τι δύσκολον ἐπὶ τῶν μικρῶν εἰώθασιν λέγειν οἱ ἄνθρωποι. τὸ δὲ ἔστιν οὐ σμικρὸν κακόν, εἰ καὶ χωρὶς κωφώσεως καὶ νωθρότητος γένοιτο· σὺν <δὲ> τούτοις δηλωτικοῖς οὖσι τοῦ πεπονθέναι τὸν ἐγκέφαλον ὀλέθριον ἔσται σημεῖον ἡ ἀπὸ ῥινῶν στάξις. εἰ δ' ἔμετος ἢ κοιλίης ταραχὴ συμφέρει τούτοις, δυνατὸν οὐκ ἔστιν ἁπλῶς ἀποφήνασθαι χωρὶς διορισμοῦ. διορισμὸς δέ ἐστιν· ἐν οἷς ἂν ἐν ἀρχῇ τοῦ νοσήματος ᾖ, ὅταν δύναμιν ἰσχυρὰν ἢ αἵματος ἔχῃ πλῆθος ἢ φλέγματος ἢ χολῆς ὁποτερασοῦν. εἰ γὰρ ἰσχυρῶς κενοῖντο πλῆθος αἵματος ἔχοντες, εὔδηλον ὅτι φλεβοτομίας, οὐκ ἐμέτων ἢ γαστρὸς ταραχώδους