Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.804
Not analysed yet
δέονται. |καὶ τοῦτ' αὐτὸ κατὰ τοὺς ἐμέτους καὶ τὴν τῆς γαστρὸς ταραχὴν δηλοῦν ἐστιν, ὅπερ εἴρηται πρότερον, τὸν ἰατρὸν ἀξιοῦντα αὐτὸν κινεῖν ἔμετον καὶ τὴν γαστέρα ταράττειν, μὴ περὶ τῶν ὑπὸ τῆς φύσεως γιγνομένων ἀποφαινόμενον. Ἧισιν ἐκ ῥίγεος πυρετοὶ κοπώδεες, γυναικεῖα κατατρέχει, τράχηλος δ' ἐν τούτοις ὀδυνώδης αἱμορραγικόν. Καὶ χωρὶς τοῦ ῥιγῶσαι μετὰ τοῦ πυρετοῦ ταῖς ὑγιαινούσαις γυναιξὶν ἡ ἔμμηνος κάθαρσις †εἴτε μετά τινος αἰσθήσεως κοπώδους· ὅταν οὖν καὶ ῥίγη γένηται, μείζονα τὴν κίνησιν ἐργαζόμενα ὅλου τοῦ σώματος καὶ τοῦ κατ' αὐτὸ πλεονάζοντος αἵματος ἐπεγείρει τὴν φύσιν εἰς ἀπόκρισιν τοῦ περιττοῦ, μᾶλλον δ' ἐλπὶς γενέσθαι τὴν κένωσιν τῶν γυναικείων, ὅπερ ἔστι τῶν καταμηνίων, ἐὰν καὶ ἡ προθεσμία τῆς κατὰ περίοδον καθάρσεως ἐμπέσῃ. ἐὰν μέντοι |