Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.806
Not analysed yet
τῆς ὅλης κεφαλῆς ἤτοι τρομώδεις ἤ πως |κλονώδεις. ταῦτ' οὖν τὰ σείοντα κεφαλὴν ἢ κινοῦντα <ποιεῖ> ποτε καὶ τὰς ἐκ τῶν ῥινῶν αἱμορραγίας, ὥσπερ γε καὶ καταμήνια· μᾶλλον δ' ἐλπίζει τοῦτ' ἔσεσθαι, καύματος αἴσθησιν ἐχούσης ἐν τοῖς κατὰ ῥάχιν χωρίοις τῆς γυναικός, ἐγχωρεῖν δ' ἡγεῖται τὴν ἐπὶ τὰ κάτω ῥοπὴν τῶν λυπούντων, εἰ μὴ διὰ τῆς μήτρας κενωθείη, καὶ δυσεντερίαν ἐργάσασθαι. Καὶ οἱ κατὰ κοιλίην παλμοὶ ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ ὀγκώδει αἱμορροϊκοί· φρικώδεες οὗτοι. Ἄδηλόν ἐστιν, ἐπὶ τίνος συμπτώματος εἴρηται τὸ τῶν παλμῶν ὄνομα. πρὸς γὰρ τῷ μηδὲ διακεκρίσθαι σαφῶς τὰς προσηγορίας τῶν παλαιῶν, ὡς δηλοῖ καὶ τὸ Περὶ παλμῶν βιβλίον, ἐν ᾧ περὶ τῶν κατὰ τὰς ἀρτηρίας σφυγμῶν διαλέγεται, οὕτω καὶ αὐτὸς ὁ γράψας τοῦτο τὸ βιβλίον εὐχερής ἐστιν εἰς θέσιν ὀνομάτων ἐκ καταχρήσεως ἢ μεταφορᾶς. |