Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.805
Not analysed yet
τράχηλος ὀδυνώδης ἐπὶ τοῖς προειρημένοις γένηται, τῆς ἄνω ῥοπῆς αὐτὸ τίθεται γνώρισμα. [καὶ διὰ ῥινῶν αἱμορραγήσασιν ἐλπίζειν] Τὰ σείοντα κεφαλὴν καὶ τὰ ἠχώδεα αἱμορραγίας ἢ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθήσῃ. ἴσως δὲ καὶ περὶ δυσεντεριῶν. Προσέγραψεν ἐνταῦθα πάλιν ἓν ἀμφίβολον ὄνομα, πᾶσαν ῥῆσιν ἔργον πεποιημένος ἔχειν τι ζήτημα. τίνα γάρ ἐστιν τὰ σείοντα κεφαλήν, ἀσαφὲς πάνυ. τινὲς μὲν ἅπαντα τὰ κατὰ τὴν κεφαλὴν συμπτώματά φασιν οὕτως εἰρῆσθαι γενικήν τινα φωνὴν ταύτην εὑρόντος αὐτοῦ, καθάπερ ἔμπροσθεν ἐπὶ τῆς κοιλίας τὸ "πονηρεύεσθαι", τινὲς δὲ κατὰ τοὺς παλμοὺς ἢ σφυγμοὺς τῶν ἐν κροτάφῳ φλεβῶν κινήσεις τινὰς