Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.809
Not analysed yet
ἐπὶ παραδείγματος ὁ λόγος γένηται σαφής, εἴ τις φαίη τῶν κατ' ἐπιγάστριον μυῶν ὀκτὼ τὸν ἀριθμὸν ὄντων τοὺς μέσους, τοὺς ὀρθίους, αἱμορραγικωτέρους τῶν ἄλλων εἶναι, πλέον τι διδάξει τοῦ αἱμορραγίας ἐπιγίνεσθαι λέγοντος, ἔτι δ' εἰ ἁπλῶς μόνους τούτους εἴποι φλεγμαίνοντας, εἴπερ καὶ ἄλλο τι τῶν αἱμορραγικῶν αὐτοῖς ἐπιγένοιτο σημείων, ἐπιφέρειν αἱμορραγίαν. Ἐκ ῥινῶν λάβρα βίαια πολλὰ ῥυέντα ἔστιν οἷσι σπασμοὺς προσάγεται, φλεβοτομία λύει. Εἰ ἁπλῶς εἰρήκει σπασμοὺς προσάγεσθαι ταῖς τοιαύταις αἱμορραγίαις, ἐμεμψάμεθ' ἂν αὐτόν, ὥσπερ ἐν ἄλλοις πολλοῖς οὕτω κἀνταῦθα τὸ κατὰ μέρος ἀποφηνάμενον ὡς καθόλου· ἐπεὶ δὲ προσέθηκεν ἔστιν οἷσι, ἐπαινοῦμεν ἀληθεύοντα. καὶ γὰρ καὶ ἡμεῖς [ὡς] εἴδομεν πολλάκις