Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.810
Not analysed yet
ἐπὶ τοιαύταις |αἱμορραγίαις σπασθέντας τινὰς οὐ μόνον διὰ τὴν ὑπερκένωσιν, ἀλλὰ καὶ διὰ τὴν ψύξιν, ἣν ψύχουσιν οἱ ἰατροὶ τὴν κεφαλὴν ἐπισχεῖν βουλόμενοι τὴν αἱμορραγίαν. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον φλεβοτομίη λύει τοιόνδε τι φαίνεται δηλοῦν· τὰς τοιαύτας διαθέσεις, ἐφ' αἷς σφοδρῶς αἱμορραγοῦσι, φλεβοτομία πρὸ τῆς αἱμορραγίας λύει παραληφθεῖσα. δῆλον γὰρ ὅτι βαρυνομένη τῷ πλήθει τοῦ αἵματος ἡ φύσις ὥρμησε μὲν ἐπὶ τὴν ἀπόκρισιν αὐτοῦ, κρατῆσαι δὲ τοῦ συμμέτρου μὴ δυνηθεῖσα τὴν καλουμένην ὑπὸ τῶν νεωτέρων ἰατρῶν ‘ὑπέρκρισιν’ εἰργάσατο. δύναται δὲ καὶ αὐτῆς τῆς σφοδρᾶς αἱμορραγίας βοήθημα τὴν φλεβοτομίαν εἰρηκέναι. καὶ γὰρ καὶ ἡμεῖς πολλάκις ἐπειράθημεν τοῦ βοηθήματος ἐναργῶς ἱστάντος τὴν ἄμετρον φορὰν τοῦ αἵματος. εὔδηλον δ' ὅτι τὴν κατ' εὐθὺ χεῖρα τέμνειν χρὴ τοῦ μυκτῆρος, ἐξ οὗ ῥεῖ τὸ αἷμα λάβρως, καὶ ταύτης αὐτῆς τῆς χειρὸς τὴν ὠμιαίαν φλέβα διαιρεῖν·