Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.814
Not analysed yet
Οἷσιν ἐξ ἀρχῆς αἱμορραγίαι λάβραι, ῥῖγος ἵστησι ῥύσιν. Ῥῖγος ἔστιν ὅτε μέτριον ἐθεασάμεθα προηγησάμενον αἱμορραγίας ἐν πλήθει σώματος. ταραχὴν γὰρ ἐν αὐτῷ ποιῆσαν ἐπεγείρει τὴν φύσιν ἀποκρῖναι τὸ λυποῦν. ὡς τὸ πολὺ μὲν οὖν ἱδρῶτες ἔμετοί τε χολωδῶν καὶ διαχωρήσεις ἐπὶ τῷ ῥίγει γίνονται. συμβαίνει δ', ὡς ἔφην, ἐνίοτε καὶ δι' αἱμορραγίαν κενωθῆναι τὸ πλῆθος, ἐὰν δὲ ἐπιγένηται λάβρα αἱμορραγία, ἀντισπᾶται. Ἐξ αἱμορραγίας ῥίγεα μακρά. Ὅταν μὴ παύσῃ τὴν νόσον ἡ αἱμορραγία, διαδέξηται δ' αὐτὴν ῥῖγος, ἑκάτερον γίνεται μακρὸν ἐκ τοῦ τοῦτο δυσεκθέρμαντον εἶναι καὶ τοῦ περιμένειν ἔτι πλείοσιν ἡμέραις, γι|