Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.813
Not analysed yet
ὀλεθριωτάτας εὑρήσεις. εἰ δὲ κατά τινας τῶν ἐπιδήλων ἢ κρισίμων ἡμερῶν συμβαίνει τὸ τοιοῦτον, βεβαιότερον ἔξεστι προδηλῶσαι. ἐπίδηλος δὲ καὶ ἡ ια τῆς ιδ, ὥστε τοῦ λεγομένου καθόλου θεωρήματος ὑπ' ἐμοῦ νῦν ὁ γράψας τὸ βιβλίον ἕν τι τῶν κατὰ μέρος εἶπεν, ἑνδεκάτης μνημονεύσας ἐν αὐτοῖς ἡμέρας· ἔδει δὲ τὸ καθόλου περὶ τῶν ἐπιδήλων τε καὶ κρισίμων εἰρηκέναι τοῦτον. Τὰ φρίκῃσιν ἅμα ἱδρώσαντα κρισίμως, εἰς δὲ τὴν αὔριον φρίξαντα παραλόγως, ἀγρυπνεῦντα μὴ πεπαινόμενα αἱμορραγήσειν οἴομαι. Καλῶς εἶπεν οἴομαι, διατείνεσθαι περὶ τῆς προρρήσεως τῶν μήτε διηνεκῶς μήθ' ὡς τὸ πολὺ γινομένων ἀφελών. |