Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.817
Not analysed yet
πᾶσιν. οὐδὲ γὰρ ἐπὶ τῶν κοινῶν πρόσεστιν ἐξαίρετόν τι καθάπερ ἐπὶ τῶν καύσων· οὗτοι γάρ, ὅτι διακαεῖς ὄντες οὐκ ἐκθερμαίνουσι τὰ ἄκρα, κακοήθεις εἰσί, τῶν ἐπιεικῶν ὅλον τὸ σῶμα διακαιόντων ὁμαλῶς. Τὰ ὑποκαρώδεα ἰκτερώδεα οὐ πάνυ αἰσθανόμενα, <οἷσι λύγγες>, κοιλίη καταρρήγνυται, ἴσως καὶ ἐπίστασις, οὗτοι ἐκλύονται· ἆρα τούτοισι καὶ τὰ παρ' ὦτα; <Εἰ διὰ> τούτων <ὧν> ἡμεῖς <ἐγράψαμεν> ὑπο<μνημάτων> μεμάθηκας τά τε τῶν παρωτίδων ἴδια σημεῖα καὶ τὰ τῶν ὀλεθρίως ἐχόντων γνωρίσματα, γνωριεῖς ῥᾳδίως τὰ νῦν εἰρημένα τῶν ἰδίων οὐκ ὄντα. Τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα πονηρά, ἄλλως τε καὶ προκαρωθέντι. τὰ παρ' οὖς, ἆρα ἐπὶ τούτοισιν ἐλπίς; |