Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.818
Not analysed yet
Ἐν μὲν ταῖς πρὸ τούτου ῥήσεσιν γράφειν ἐβούλετο αἱμορραγιῶν μελλουσῶν συνδρομὰς οὐ δυνάμενος, ὡς ἔφην, ἐν ὀλίγῳ περιλαβεῖν αὐτῶν τὰ ἴδια. πάλιν ἤδη δεύτερον ἔγραψεν ῥῆσιν ταύτην εἰς πρόρρησιν ἐσομένων παρωτίδων. ἔχει δ' οὐδὲν οὐδ' αὐτὴ τῶν ἰδίων μετὰ τοῦ καί τινα τῶν ὀλεθρίων μεμῖχθαι συμπτωμάτων, ἐφ' οἷς σπανίως γίνονται παρωτίδες. ὅτι δ' οὐδ' αὐτὸς ἐτόλμησεν ἀποφήνασθαι περὶ τῆς τῶν παρωτίδων γενέσεως †ἀλλὰ τὸ περίδηλον διὰ τοῦ προσθεῖναι τὸν ἆρα σύνδεσμον. Ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος, κακή. ἆρά γε ἐκ τοιούτων ὑποχονδρίων ὀδυνᾶται; δοκέω δεξιόν. ἆρα καὶ χλοώδεες οἱ <τοιοῦτοι καὶ τὰ παρ' ὦτα> τούτοισιν ὀδυνώδεα ἐπ' ὀλίγον; κοιλίη καταρραγεῖσα τούτοισιν [ἐν ἅπασιν] ὀλέθριον. |