Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.819
Not analysed yet
Ἐν ἅπασι τοῖς ἄλλοις ἀντιγράφοις εὗρον ἐκ στροφωδέων ἐν ἀρχῇ τῆς ῥήσεως γεγραμμένον, ὅτι μὴ τοῖς Διοσκορίδου καὶ Καπίτωνος. οὗτοι γὰρ ἔγραψαν ἐκ τροφιωδέων, ὧν ὁ λόγος ἐπ' οὔρων λέλεκται, καὶ ἴδιον τούτων τὰς ὑποστάσεις Ἱπποκράτει τε καὶ τοῖς ὑπ' αὐτὸν σκοπεῖσθαι, μὴ τῶν διαχωρημάτων. αὐτὸς μὲν οὖν ὁ Διοσκορίδης τὰ τροφώδεα οὖρα λέγεσθαί φησι τὰ ἔχοντά τινα ἐν αὑτοῖς ἐμφερόμενα πεπηγότα παρὰ τὸ τρέφεσθαι, ὃ ἔστι πήγνυσθαι, γεγονότος τοῦ ὀνόματος. ἴσμεν γὰρ ὅτι καὶ ὁ ποιητὴς εἶπε τόδε "ὦκα περιτρέφεται κυκόωντι" δηλῶν τὸ ‘περιπήγνυται’. οἱ δ' ἄλλοι σχεδὸν ἅπαντες ἐξηγηταὶ τὰς ἐν τοῖς διαχωρήμασιν ἰλυώδεις καὶ ὑποπελίους ὑποστάσεις εἰρῆσθαί φασι νῦν, ὅταν ὑγραίνηται γαστὴρ καὶ τὰ στροφώδη συμφωνεῖν ἡγοῦνται. τοὐπίπαν γὰρ αἱ τοιαῦται διαχωρήσεις μετὰ στρόφων γίγνονται. ὑφίστασθαι δή φησι τοῖς οὕτω διαχωρουμένοις ὑγροῖς οὖσιν ὑποστάσεις ἰλυώδεις ὑποπελίους, ὅταν μοχθηρὰ διάθεσις ᾖ, καθ' ἣν ἐκκρίνεται τὰ τοιαῦτα. καὶ τοὐπίπαν γε τοῖς τὰ τοιαῦτα διαχωροῦσι τὸ |