Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.828
Not analysed yet
φάλου, καθάπερ γε καὶ οἱ δι' ὅλου τοῦ σώματος σπασμοί, περὶ ὧν νῦν αὐτὸν <εἰπεῖν> εἰκός ἐστιν· οὐ γὰρ δὴ περὶ χειρὸς ἢ σκέλους ἤ τινος ἄλλου μορίου τὴν ἀπόφασιν ποιήσασθαι <βουλόμενος> ἁπλῶς ἂν εἶπεν· τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως. τὸν δὲ σπασμὸν ‘ὑπὸ πληρώσιος ἢ κενώσιος’ γίνεσθαί φησιν Ἱπποκράτης. ἴσμεν δ' ὅτι τὰ σπασμώδη πάθη καλεῖται, ἐφ' ὧν εὐθὺς ἐξ ἀρχῆς ἢ οὐ μετὰ πολύ γε ἀρξάμενοι γίνεσθαι σπασμοὶ διαμένουσιν ὑπὸ πληρώσεως ἔχοντες τὴν γένεσιν, ὥσπερ αὖ πάλιν ὑπὸ κενώσεως οἱ μεθ' ἱδρῶτας πολλοὺς ἢ ἐμέτους ἢ διαχωρήσεις ἢ αἱμορραγίας ἢ ἀγρυπνίας ἢ λιμὸν ἢ κινήσεις πολλὰς καὶ σφοδράς. οἱ μὲν γὰρ τοιοῦτοι σπασμοὶ κενώσεσιν ἕπονται μᾶλλον, οἱ δ' εὐθὺς ἐξ ἀρχῆς πληρώσεσι. καὶ τοίνυν καὶ τὰς παρωτίδας εὔλογόν ἐστιν ἐπὶ τοῖς σπασμώδεσί τε καὶ κωματώδεσι χρονίζουσι γίνεσθαι, μέλλοντος τοῦ κάμνοντος. |