Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.829
Not analysed yet
Τὸ σπασμῶδες, τρομῶδες, ἀσῶδες, κατόχως μικρὰ παρ' οὖς ἐπιπαροξυνόμενα. Οὐκ ἐν πᾶσι τοῖς ἀντιγράφοις ἥδε ἡ ῥῆσις γέγραπται τὴν αὐτὴν ἔχουσα λέξιν, ἀλλὰ κατὰ τινὰ μὲν ἐν αὐτῇ τῇ νῦν εἰρημένῃ γέγραπται λέξει, κατὰ τινὰ δὲ ἐν τῇδε· τὰ σπασμοτρομώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ' οὖς ἀνίστησιν. <μάλιστα δ'> ἐπαινῶ τοὺς μὴ γράψαντας ἐν τοῖς ἰδίοις ἀντιγράφοις τὴν ῥῆσιν. αὔταρκες γὰρ ἡμῖν ἐπιπλέκοντος αὐτοῦ συμπτώματα πολλὰ πολλοῖς ἀνομοιογενέσιν ἄχρι δεῦρο παραμεῖναι καὶ μὴ καμοῦσιν ἀποστῆναι. τὸ δὲ κατὰ τὴν λέξιν τὴν ἐπιπλοκὴν ποιεῖσθαι τῶν συμπτωμάτων ἀγνώστων τοῖς Ἕλλησιν †ἐσχάτως ἀλλόκοτα κατ' αὐτὸ μηδὲ πάνυ τι φαινόμενα σπασμοτρομώδεα συμπτώματα. ἐν γὰρ τοῖς σπασμοῖς ἀδύνατόν ἐστι φωραθῆναι τοὺς τρόμους κάμνουσιν, εἰ μή τις ἄρα τοιαύτην τεθέαται συμπτωμάτων |