Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.830
Not analysed yet
ἀμοιβήν, ὡς ἡνίκα μὲν οἱ σπασμοὶ διαλίποιεν, τρομώδη γίνεσθαι τὸν ἄνθρωπον, ἡνίκα δ' ἐπιπέσοι σπασμός, ἀδιάγνωστον εἶναι τὸν τρόμον. ἡ δ' οὖν ἐπιπλοκὴ τῶν συμπτωμάτων ὁμογενὴς μέν, περιττὴ δέ. τὸ γὰρ ἐπὶ κατόχῳ γίνεσθαι τὰς παρωτίδας ἱκανὸν ἡμῖν εἰρῆσθαι συνεπαύξοντος τὴν ἐλπίδα τῆς κενώσεως αὐτοῦ τοῦ ἀσώδους. εἰ δὲ βούλῃ, καὶ τὰ τῶν οὔρων πάθη συνεπαυξέτω τὴν προσδοκίαν, ἀλλὰ τό γε σπασμοτρομῶδες ὄνομα μοχθηρόν. Ἆρά γέ εἰσι τὰ πρῶτα κεφαλαλγικοί; ἆρά γε καὶ ἐφιδρῶσι τὰ ἄνω, <ἤ τι καὶ ἐπιρριγέουσιν>; εἶτα καὶ κοιλίη καταρρήγνυται; καί τι κωματῶδες; ἆρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖς καὶ ποικίλως ἔκλευκα δυσώδεα ποιεῖ τὰ παρ' οὖς; ἆρά γε, οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἆρά γε καὶ γλῶσσα τούτοισι λείη; |