Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.832
Not analysed yet
ἀλλὰ καὶ τὰ ὑδατώδη τῶν οὔρων, οἷς ἐναιω|ρεῖται λευκά συντελεῖ κατὰ συμβεβηκὸς εἰς τὴν πρόγνωσιν, ἐπειδὴ τῶν μὲν ὑδατωδῶν <τὰ> χωρὶς ἐναιωρημάτων λευκῶν ἄπεπτον εἶναι τὸ νόσημα δηλοῖ, τὰ δὲ καὶ τὴν σύστασιν κατὰ φύσιν ἔχοντα καὶ πρὸς τούτοις ἐναιωρήματα ἴσχοντα λευκὰ πεπέφθαι δηλοῖ τὴν νόσον χωρὶς ὑποστάσεως. χρὴ τοίνυν αὐτὰ μήτ' ἄπεπτα παντάπασιν εἶναι μήτε πεπέφθαι τελέως, ἵν' ἡ φύσις ἀπόστασιν ἐργάσηται. τὰ δὲ ποικίλως ἔκλευκα καὶ δυσώδη σπανίως μὲν ἀπόστασιν ἔχει γιγνομένην· εἰ δέ ποτε καὶ σχοίη, κακὴν ἕξει. καλῶς οὖν προσέθηκεν ἀπορῶν ἆρά γε, οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; κακοήθειαι γὰρ ἐν τοῖς χυμοῖς οὖσιν ἀπέπτοις, κἂν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῶσιν, οὗτοι στάξεις μᾶλλον ἐκ ῥινῶν ποιήσουσι κακοήθεις, οὐ παρωτίδας. τὸ δὲ ἆρά γε καὶ ἡ γλῶττα τούτοισι λείη τῶν πάν<υ ἀδήλων> ἐστίν· ἐπὶ γὰρ τοῖς προειρημένοις εὐλογώτερόν ἐστιν καὶ πυρετοὺς κακοήθεις γίγνεσθαι καὶ γλῶτταν τραχύνεσθαι. |