Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.833
Not analysed yet
Οἷσι πνευματίῃσι ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες μεθ' ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ' ὦτα μεγάλα ἵσταται. Πνευματίας εἰ τοὺς μέγα καὶ πυκνὸν ἀναπνέοντας εἴρηκεν, ἐπειδὴ κἀν τῷ Περὶ διαίτης ὀξέων οὕτως αὐτοὺς ὠνόμασεν ὁ Ἱπποκράτης, εἰκότως ἐλπίζει τὰ παρ' οὖς ἀναστήσεσθαι· καὶ γὰρ λόγον ἔχει καὶ γιγνόμενον αὐτὸ πολλάκις εἴδομεν. εἰ δὲ τοὺς ἐμπνευματουμένους τὰ κατὰ τὴν κοιλίαν, ὥς τινες ἤκουσαν, οἵπερ καὶ πνευματώδεσι γράφουσιν, οὐ πνευματίῃσι, οὐδὲν ἂν εἴη τοῦτο πρὸς τὴν τῶν παρωτίδων γένεσιν, ὥσπερ οὐδὲ οἱ ἴκτεροι. περὶ δὲ πυρετῶν ὀξέων καὶ μάλιστα τῶν καύσων εἴρηται πρόσθεν, ὡς αἱμορραγίας κινοῦσιν χέοντές τε τὸ αἷμα καὶ πρὸς τὴν κεφαλὴν ἀναφέροντες. καὶ μέντοι καὶ τὰ ὑποχόνδρια τὰ σκληρὰ τίνα μὲν λέγει, σαφῶς