Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.835
Not analysed yet
Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα μικρά, ἐν τούτοισι τὰ παρ' οὖς ἐπανίσταται, πρόσθεν δὲ τὰ περὶ πρόσωπον [ἐστίν]. Ὅτι μέλλει γίνεσθαί τις ἀπόστασις, ἐλπίσεις ἐξ ὧν Ἱπποκράτης ἔγραψεν. ἐφεξῆς δὲ πρὸς τὸ μέρος τοῦ σώματος, εἰς ὃ γενήσεται, χρήσιμον ἕξεις τὴν εἰρημένην συνδρομήν. τὸ μὲν γὰρ κωματῶδες, εἴπερ καὶ ἄλλο σύμπτωμα, προηγεῖται παρωτίδων. τὰ δὲ ὀδυνώδη ὑποχόνδρια φλεγμονὴν ἔχειν ἄν τις ἐπινοήσειε. τούτων δ' οὕτως ἐχόντων συντελέσει πρὸς τὴν γένεσιν τά τε ἀσώδη καὶ τὰ ἐμετώδη συμπτώματα. τὸ δ' ἐπὶ τῆς τελευτῆς εἰρημένον τὸ ἔμπροσθεν τὰ περὶ πρόσωπον ἱκανῶς χρήσιμον, εἰ ὡς προσήκει τις ἀκούσειε τῆς λέξεως· προσήκει δ' οὕτως ἀκούειν, ὡς ἀληθῆ γίνεσθαι τὸν λόγον. ἀληθὴς δ' ἔσται, νοησάντων ἡμῶν νοεῖσθαι κατὰ τήνδε τὴν διάνοιαν αὐτόν· ‘πρὸ τῆς τῶν παρωτίδων γενέσεως τὰ περὶ πρόσωπον σημεῖα προσήκει |