Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.834
Not analysed yet
οὐκ ἔστιν γνῶναι διὰ τὸ μὴ |προσκεῖσθαι ‘ἐπώδυνα’. τούτου γὰρ προσκειμένου φλεγμονὴν αὐτῶν ἤδη, μὴ προσκειμένου δὲ τὸν ὑπόψυχρον ὄγκον δηλώσει σκιρώδη μᾶλλον ἢ φλεγμαίνοντα. λύεται δὲ τὰ τοιαῦτα μᾶλλον ἀποστάσεσιν, οὐχ αἱμορραγίαις. ἐπὶ γὰρ τῶν φλεγμαινόντων τὰς αἱμορραγίας ὁρῶμεν μάλιστα γιγνομένας. ἀλλὰ διὰ τὴν ἀλλόκοτον ἑρμηνείαν τοῦ συγγραφέως οὐκ ἔστιν ἀκριβῶς γνῶναι πότερον λέλειπται τὸ τῆς ὀδύνης, ἀσαφέστερον ἡρμηνευκότος αὐτοῦ †ἅμα τε γράψαντος ἢ ὄντως σκιρώδη βούλεται τὴν τῶν ὑποχονδρίων σκληρότητα. τὸ δὲ καταψυχθέν (εἴρηται γὰρ καὶ τοῦτο) δύναται *οθεν σημαίνειν οὐ τὸ λελύσθαι τὸν πυρετόν, ἀλλὰ τὰ κάτω μόρια τοῦ σώματος ἧττον εἶναι θερμὰ παραβαλλόμενα τοῖς ἄλλοις, ἵνα τὴν ἄνω ῥοπὴν τῆς θερμασίας ἐκ τούτων τεκμαιρώμεθα. τὸ δὲ μεγάλα τὰ παρ' οὖς ἐπὶ τῶν αὐτῶν γίνεσθαι δοκεῖ μοι τεθεαμένος ἐπί τινος οὕτως ἀποφήνασθαι, περὶ τῶν κατὰ μέρος ὡς καθόλου τὴν ἀπόφασιν ποιησάμενος. ἤρκει γὰρ καὶ χωρὶς τῆς μεγάλα φωνῆς γεγράφθαι. |