Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.837
Not analysed yet
αὐτὴν ῥῆσιν, εἰς ἣν τὰ μέλανα διαχωρήματα. διὰ τοῦτ' οὖν τὰ χολώδεα ταῦτα περιεξῄρουν τὰ γεγραμμένα [μέλανα] μὲν ὑπὸ Καπίτωνος ἐπ' αὐτῷ τῷ ἐδάφει, κατὰ δὲ τὸ μέτωπον ὑπὸ τοῦ Διοσκορίδου. δοκεῖ δέ μοι καὶ τήνδε τὴν συνδρομὴν ὁ γράψας τὸ βιβλίον ἐπ' ἀρρώστου τεθεαμένος ὅλην θελῆσαι διηγήσασθαι, μὴ διορίσας τὰ κατά τινα συντυχίαν προηγησάμενα τοῦ σημαίνοντος τὰς παρωτίδας· ἱκανὸν γὰρ αὐτῷ σημεῖόν ἐστι τὸ κῶμα. Βηχία μετὰ πτυελισμοῦ ὄντα τὰ παρ' οὖς λαπάσσει. Δύναται καὶ ‘θώρακα’ γράφειν. ἐγχωρεῖ γὰρ ἔσω ῥοπῆς γενομένης διὰ τῶν φυσικῶν πόρων ἐκρεῖν τὸ λεπτότερον τῶν τὰς παρωτίδας ἐργασαμένων χυμῶν εἰς τὴν τοῦ στόματος εὐρυχωρίαν καὶ οὕτως τὸν πτυελισμὸν γίνεσθαι. καθισταμένων δ' οὕτως εὔλογον μὴ ἑτέρας φαίνεσθαι τὰς παρωτίδας. τὸ γὰρ λαπάσσειν κυρίως κενοῦν |