Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.838
Not analysed yet
σημαίνει, τῷ κενοῦσθαι δ' ἕπεται τό τε προσστέλλεσθαι καὶ τὸ μαλακώτερον γίνεσθαι. Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ' οὖς τι ἐξερεύγεται. Ὄντως ἀεὶ ταῦτα σημεῖα παρωτίδων, ἐπεὶ προηλπίσαμεν οὕτω γενήσεσθαί τινα ἀπόστασιν. οἱ γὰρ εἰς τὴν κεφαλὴν ἀναδραμόντες χυμοὶ θερμοὶ μὲν ὄντες καὶ λεπτοὶ παραφροσύνας καὶ αἱμορραγίας φέρουσι, παχεῖς δὲ καὶ ψυχροὶ κώματα καὶ παρωτίδας. ἡ κεφαλαλγία δὲ κοινὸν ἀμφοῖν, ὥσπερ καὶ ἡ κώφωσις, ἀλλὰ μᾶλλον μὲν τῶν θερμῶν ἡ κεφαλαλγία, τῶν δὲ ψυχρῶν ἡ κώφωσις. ἀρκεῖται δὲ ὁ συγγραφεὺς τῷ τοῦ κώματος ὀνόματι μηδαμόθι γράψας ἐν ὅλῳ τῷ βιβλίῳ τὴν τοῦ ληθάργου προσηγορίαν. |