Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.839
Not analysed yet
Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ' οὖς ἐπαίρει. Πάλιν κἀνταῦθα τὸ μὲν κῶμα μετὰ τῆς κεφαλαλγίας ἀξιόλογόν ἐστι σημεῖον ἐνδείξασθαι γένεσιν παρωτίδων. συνενδείκνυται δὲ καὶ ἡ τοῦ ὑποχονδρίου σύντασις. ἡ μὲν οὖν φλεγμονὴ δηλοῦται διὰ τῆς προσηγορίας ταύτης· οὐ μεγάλη γὰρ αὐτῆς ἡ ἔνδειξις. εἰ δ' ἄνευ φλεγμονῆς ἡ σύντασις γένοιτο κατὰ τὴν ἄνω ῥοπὴν τῶν χυμῶν, ἀξιόλογόν ἐστιν σημεῖον εἰς παρωτίδων γένεσιν ἢ ταύτας ***αἱμορραγίαν σημαίνει. τὸ δὲ ἀσῶδες αὐτὸ μὲν καθ' ἑαυτὸ παρωτίδας οὐδ' ὅλως δηλοῖ, τῇ δ' εἰρημένῃ συνδρομῇ μαρτυρεῖ συνεπιφαινόμενον. Τὰ ἐπώδυνα ἀκρίτως καταμωλυνθέντα φλαῦρα. |