Ancient Greek
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.ΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΥΓΙΕΙΝΗΣ ΤΩΝ ΙΔΙΩΤΩΝ ΙΠΠΟ- ΚΡΑΤΟΥΣ Η ΠΟΛΥΒΟΥ ΥΠΟ- ΜΝΗΜΑ.
Not analysed yet
Προοίμιον Γαλήνου. Ἕν τοῦτό ἐστι βιβλίον ἰδίαν ἐπαγγελίαν ἔχον, ὥσπερ τὸ πρῶτον μέρος ὅλου τοῦ προκειμένου βιβλίου, καθ᾿ ὃ περὶ φύσιος ἀνθρώπου διαλέγεται. συντετέλεσται γὰρ ἐν ἐκείνῳ τὸ ἐπαγγελθὲν, οὐ- δεμιᾶς ἔτι προφάσεως δεόμενον. ἐν τούτῳ δὲ πάλιν ἃ προὔ- θετο διδάσκει δι᾿ ὅλου τοῦ βιβλίου καὶ διὰ τοῦτο τῶν μεταξὺ τῶν δύο βιβλίων τούτων ἐξαιρεθέντων, προσηκούσης ἐπιγραφῆς ἰδίας ἔτυχε τὸ σύμπαν, ἣν ἐπέγραψάν τινες αὐ- τῷ περὶ φύσιος ἀνθρώπου καὶ διαίτης. ὥσπερ δὲ ἄμεμπτον μέν ἐστι πάντη τὸ περὶ φύσιος ἀνθρώπου, μεμπτὰ δὲ πάντη τὰ παρεγγεγραμμένα μεταξὺ τῶν δύο βιβλίων, οὕτω τὸ περὶ διαίτης ὑγιεινῆς ἐν τοῖς πλείστοις μὲν ἄμεμπτόν ἐστιν, ἐχόμενον ἀεὶ τῆς Ἱπποκράτους στοιχειώσεως. ἔν τισι δ᾿ ἄν τις αὐτῷ μέμψαιτο παντελῶς ὀλίγοις· ὑποκείσθω δ᾿ εἶναι Πολύβου, καθότι πολλοῖς ἔδοξε.