Ancient Greek · ~6 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.1
Not analysed yet
Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι. Τίνας δὲ ἰδιώτας λέγει παραλελοίπασιν οἱ ἐξηγησάμε- νοι τὸ βιβλίον, οἷς γε δὴ παρέτυχον ὑπομνήμασιν. οὐ μὴν οὐδὲ ἐπεζήτησά ποτε κατὰ τὴν παρὰ τοῖς διδασκάλοις ἀνά- γνωσιν τοῦ βιβλίου. νυνὶ δὲ γράφειν ἐξήγησιν αὐτοῦ προὐ- θέμενος ἐπενόησα κακῶς παραλελεῖφθαι τοῖς τε διδασκά- λοις ἡμῶν καὶ τοῖς ἐξηγηταῖς ἐπισκέψασθαι τίνας ἰδιώτας λέγει. δῆλον γὰρ δὴ ὅτι τὴν ἐφεξῆς γεγραμμένην δίαιταν οὐ πᾶσι τοῖς ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἰδιώταις συνε- βούλευσεν ὁ Πόλυβος. καὶ μὴν εἰ μόνοις τοῖς ἰδιώταις ὑπο- θήκας ἔγραψεν, οὐκ ὀρθῶς οἱ ἐξηγησάμενοι τὸ βιβλίον ἀδιο- ρίστως ἤκουσαν, ὡς κοινῇ πᾶσι τοῖς ἀνθρώποις εἰρημένων αὐτῶν. εὑρίσκομεν γὰρ δὴ παρὰ τοῖς Ἕλλησιν ἰδιώτας ὀνομαζομένους οὐχ ἁπλῶς, ἀλλ᾿ ἐν τῷ πρός τι. τὸν μὲν γάρ τινα λέγουσιν ἰδιώτην εἶναι τῆσδε τῆς τέχνης, τὸν δέ τινα τοῦδε τοῦ ἐπιτηδεύματος. ἐνίοτε δὲ πρὸς τοὺς ἔθνος, ἢ πόλιν διοικοῦντας, ἢ ὅλως πράττοντάς τι δημόσιον, ἀντι- διαιρούμενοι τοὺς οἷον ἰδιοπραγοῦντας, ὠνόμασαν ἰδιώτας. ἐπισκεπτομένῳ δή μοι τίνας τούτων νῦν ὁ Πόλυβος ἰδιώ- τας εἴρηκε, τοὺς μὲν ἀθλητὰς ἄντικρυς ἐδόκει τῶν ἄλλων ἀνθρώπων ἀποκρίνειν, ἐπειδὴ μίαν ἔχουσιν ἐκεῖνοι δίαιταν ὡρισμένην ἐν ἄρτῳ καὶ κρεῶν ἐδωδῇ. τούτων δ᾿ ἑξῆς ὅσοι πολεμοῦσιν ἢ ὁδοιποροῦσιν ἢ καὶ μάχονται. καὶ γὰρ τού- τοις οὐκ ἐγχωρεῖ διακρίνειν ἃ χρὴ προσφέρεσθαι καὶ μὴ προσφέρεσθαι σιτία. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς, οἷς ἂν εὐπορήσωσιν ἕκαστος· τάχα δὲ καὶ τοὺς ὁπωσοῦν ἐσπευσμέ- ναις ὁδοιπορίαις χρωμένους ἀδύνατόν ἐστιν, ὡς ὁ Πόλυβος κελεύει διαιτᾶσθαι καὶ ὅλως τοὺς ἐν ἀσχολίαις πολιτικαῖς ὄντας, ἢ τῷ καλουμένῳ περιστατικῷ βίῳ. μόνοις οὖν τοῖς τὰ ἴδια πράττουσιν, οὓς ὀνομάζουσιν ἰδιοπραγοῦντας, ἡ ῥηθησομένη δίαιτα γίνεται.