Ancient Greek
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.11
Not analysed yet
Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα. Τὶ μὲν συνετώτερον ἐπενόησεν ὁ γράψας τοῦ τοῖς ἐξη- γηταῖς εἰρημένου πᾶσιν αὐτὸς ἂν εἰδείη. εἰ δὲ τὰ μὲν καθαρὰ διὰ τὸ μᾶλλον θερμαίνειν ἢ καὶ τὸ τὰς διαπνοὰς μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνος ἀμφιέννυσθαι, τὰ δὲ ἐλαιο- πινῆ τοῦ θέρους ἢ διὰ τὸ ψύχειν ἢ τὰς διαπνοὰς ἀπο- φράττειν, οὐκ ἐπαινῶ τὸν λόγον. καὶ γὰρ τῶν καθαρῶν ἱματίων ὅσα πυκνὴν ἔχει τὴν ὑφὴν, καὶ μάλιστα δὲ ἂν ᾖ τριβακὰ, ψύχει, τούτων οὖν ἄμεινον χρῆσθαι. τὰ γὰρ ἐλαιο- πινῆ ῥυπαρὰ πάντως ἐστίν. οὐδεὶς δὲ τῶν καθαρείων ἀν- θρώπων ἀνέχεται ῥυπαρῶν ἱματίων καὶ μάλιστα θέρους. καὶ μέντοι θερμαίνει χρονίσαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν κα- θαρῶν, εἰ καὶ κατὰ τὴν πρώτην πρόπτωσιν εἴη ψυχρό- τατα.