Ancient Greek · ~11 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.12
Not analysed yet
Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκραμένον καὶ μὴ σφόδρα ψυχρόν. καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοιουτοτρόποισι. καὶ πίονα δὲ ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπό γε ἐλα- χίστων πεμμάτων ἐνεμπίπλανται. Τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον, τὸ οὕτω γὰρ ἀπὸ ἐλαχίστων ἐνεμπίπλανται, τινὲς μὲν ἐπὶ πάντων τῶν προειρημένων εἰρῆσθαί φασι, τινὲς δὲ ἐπὶ τῶν ὄψων μόνον, ἃ διὰ σησάμων τε καὶ τῶν ὁμοίων σκευάζεσθαι κε- λεύει, καὶ ἄλλων τινῶν πολλῶν. τὰ προειρημένα δ᾿ ἐστὶ τό τε νῆστιν γυμνάζεσθαι, κενοῖ γὰρ φανερῶς τοῦτο, καθά- περ πληροῖ τὸ μετὰ τροφήν. ἔτι τε πρὸς τούτοις τὸ ἀσθ- μαίνοντας ἀπὸ τῶν γυμνασίων ἐσθίειν, οὐδέπω τῆς ἐπ᾿ αὐ-τοῖς θερμασίας διαπεφορημένης, οὐδὲ ἀνεψυγμένου τοῦ σώ- ματος. ὅπερ ὅτι μὲν αἴτιον γίγνεται τοῦ ταχέως ἐμπιπλά- σθαι σαφῶς φαίνεται· εἰ δὲ κατ᾿ ἄλλον τινὰ λόγον ὁ τοῦ βιβλίου συγγραφεὺς βούλεται λεπτύνειν αὐτὸ, τοῦθ᾿ ἡμῖν ἄδηλόν ἐστιν. ὅτι μέντοι πολλοῖς τοῦτο τῶν ἐν τοῖς σπλάγ- χνοις ἐμφράξεων αἴτιον ἐγένετο, καὶ μάλιστα τῶν κατὰ τὸ ἧπαρ, ἀκριβῶς οἶδα, καθάπερ γε καὶ τὰ μετὰ τροφὴν ὀξέα γυμνάσια. καὶ μέντοι καὶ τὰ λουτρὰ τοῖς στενὰς ἔχουσι, κατὰ τὸ ἧπαρ διεξόδους τῆς τροφῆς, ἐμφράξεις ἐργάζεται. λέλεκται δέ μοι περὶ τούτων ἅμα τοῖς οἰκείοις διορισμοῖς ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. λοιπὸν δ᾿ ἃν εἴη περὶ αὐτῆς τῆς λέξεως διασκέψασθαι, καθ᾿ ἥν φησι καὶ προπεπωκότας οἶνον μὴ πάνυ ψυχρόν. ὡς γὰρ ψυχρὸν μὲν εἶναι κελεύων αὐτὸν, οὐ πάνυ δὲ ψυχρὸν, οὕτως ἐποιήσατο τὸν λόγον· οὐ πάνυ δὲ ὅλως ἀξιοῖ μετὰ τὰ γυμνάσια πίνειν οἶνον εὐθέως, ἀλλ᾿ ὕδωρ πρότερον, ὥσπερ καὶ οἱ ἀθληταὶ ποιοῦσι ταυτὶ τῇ πείρᾳ δεδιδαγμένοι. κεφαλῆς τε γάρ ἅπτεται οἶνος καὶ εἰ μετὰ τὸ βαλανεῖον εὐθέως πίνοιτο, πρότερος τῶν ἄλλων ἁπάντων ἐδεσμάτων τε καὶ πομάτων. οὐ μὴν οὐδ᾿ ἡ τοῦ ψυχροῦ πόσις ἐπὶ τοῖς γυμνασίαις ἄνευ τοῦ προπιεῖν θερμὸν ἀβλαβὲς ἐστι. βλάπτει γὰρ καὶ αὐτὴ σαφῶς τὴν γαστέρα τε καὶ τὸ ἧπαρ, τινῶν δὲ καὶ τὰ νεῦρα. καὶ μέντοι καὶ τὰς ἕξεις ὁ ψυχρὸς οἶνος ἐπιτονοῖ. βούλεται δὲ ὁ ταῦτα γράψας ἐκλύειν αὐτάς. μή τι οὖν ἑτέρως μὲν ἦν γεγραμμέ- νον, ἥμαρτε δὲ ὁ μεταγραψάμενος αὐτό. πολλὰ γὰρ ὁρᾶται τοιαῦτα καὶ νῦν γινόμενα καὶ δέον ἀντὶ τοῦ μήθ᾿ ὅλως θερ- μὸν αὐτὸν γράψαι, μὴ λίαν ψυχρόν. ὁ γὰρ ἀσθμαίνου- σιν ἔτι διδόναι τὴν τροφὴν ἀξιῶν, ἀτμῶν πολλῶν ὄντος με- στοῦ τοῦ σώματος, βουλήσεται δὲ καί δι᾿ οἴνου πόσεως θερ- μοῦ πληρῶσαι μᾶλλον αὐτούς. πεφυκότος δὲ τοῦ πάνυ θερμοῦ παραπλησίως τῷ ψυχρῷ συνάγειν καὶ τονοῦν τὴν γαστέρα, φυλάττεται πρᾶξαι τοῦτο.