Ancient Greek · ~4 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.14
Not analysed yet
Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχύτεροι γενέσθαι, τά τε ἅλλα ποιέειν τἀναντία ἐκείνοισι οἶσιν ἔφην καὶ νῆστιν μηδεμίην ταλαιπωρίην ποιέεσθαι. Τἀναντία τῶν εἰρημένων τοῖς παχέσιν ἐστὶ τὸ μήτε ἀσθμαίνοντας ἐπιχειρεῖν τοῖς σιτίοις, ἀλλ᾿ ὅταν ἤδη κατὰ φύσιν ἀναπνέωσι, μήτε μονοσιτεῖν, ἀλλ᾿ ἤτοι δὶς ἐσθίειν ἢ καὶ τρίς. οὕτω δὲ καὶ ταῖς ἀλουσίαις τἀναντία ποιῶν λού- σεται δὶς, ἐξ ἅπαντος μὲν ἐπὶ τροφῇ χρόνου τὸ δεύτερον λουτρὸν περιλαμβάνων, ἔσθ᾿ ὅτε δὲ καὶ τὸ πρῶτον. οὕτω δὲ καὶ τὰ γυμνάσια βραχέα τε γυμνάσεται καὶ βραδέα καὶ μετὰ τροφήν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ μαλακῶς κοιμᾶσθαι καὶ μὴ γυμνὸν ὁμιλεῖν τῷ περιέχοντι, τούτοις ἐστὶ χρήσιμον. διὰ τοῦτο γοῦν καὶ αἱ γυμνασταὶ τὰ μὲν μετὰ τοῦ προσάπτεσθαι καὶ σωματομαχεῖν, οὕτω γὰρ ὀνο- μάζουσιν αὐτοί τινα γινόμενα γυμνάσια, περιλαμβάνουσιν, ἐφ᾿ ὦν σαρκῶσαι θέλουσι, φυλαττόμενοι γυμνοὺς γυμνάζειν αὐτοὺς τὸ σῶμα καὶ μὴ μετὰ συμπλοκῆς. ἔμπαλιν δὲ ὅσους λεπτῦναι βούλονται, μετὰ τοῦ ταχέος γυμνασίου καὶ χωρὶς τῆς πρώτης συμπλοκῆς γυμνάζουσιν.