Ancient Greek
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.15
Not analysed yet
Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης, ᾧδε χρέεσθαι ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν· οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χω- ρίον τοῦτο τὸ ὑπὲρ τῶν φρενῶν. ὅταν δὲ ᾖ τὸ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι. ἡ γὰρ ὥρη καυματώδης καὶ χολωδέστερόν ἐστι τὸ σῶμα καὶ αἱ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι καὶ θερμὰ γίνονται καὶ ἐν γαστρὶ στρόφοι γίνονται. δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἀπὸ τῶν χωρίων τουτέων. Τίνα καλεῖ κατακλύσματα διὰ τῶν ἐφεξῆς ἐδήλωσεν αὐτός. τά τε ἀπὸ τῶν γαλάκτων εἰπὼν καὶ τὸ ἀπὸ τῶν ἐρεβίνθων ἑψημένον ὕδωρ ἅλμην τε καὶ θάλασσαν. ἕτερα γάρ ἐστι τούτων τὰ καθαίροντα φάρμακα κενωτικὰ τοῦ παν- τὸς σώματος ὄντα. ὥσπερ οὖν τὰ βαλανεῖα κατακλύζειν οἱ βαλανεῖς λέγουσι, τῶν ἐν αὐτοῖς λίθων ἀποπλύνοντες τὸν πηλὸν καὶ τὸν ῥύπον, οὕτω καὶ τὰ τῆς γαστρός τε καὶ τῶν ἐντέρων κατακλύσματα, περιπλύνει τὸ φλέγμα καὶ τὴν χο- λὴν αὐτῶν. ἐπεὶ τοίνυν ἐν τῷ χειμῶνι φλέγμα γεννᾶται κατὰ τὴν κοιλίαν, ἐκκενοῦν αὐτὸ διὰ τῶν ἐμέτων συμβου- λεύει. τοῦ θέρους δὲ τὴν ἐπιπολάζουσαν ἄνω χολὴν ἀντι- σπᾷν κάτω. καθαίρειν μέντοι τὸ σύμπαν σῶμα βουληθέν- τι σοι θέρους μὲν διὰ τῆς ἄνω, χειμῶνος δὲ διὰ τῆς κά- τω κοιλίας φαρμακευτέον, ὡς ἐν ἀφορισμοῖς εἴρηται. τὰ μὲν γὰρ ἤδη πλεονάζοντα ἡ κάθαρσις ἰᾶται διὰ τῶν χω- ρίων ᾗ ῥέπει τὴν κάθαρσιν ποιούμενος. ἀκτέα γὰρ ᾗ ῥέπει διὰ τῶν συμφερόντων χωρίων. ὅσα δὲ κωλῦσαι θέλεις αὐξη- θῆναι, διὰ τῶν ἀντικειμένων χωρίων ἀντισπᾷν προσήκει.