Ancient Greek
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.29
Not analysed yet
Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεη- φαγίην δέχεται καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει καὶ χρονιώτεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι. Ὅτι τὰ δασύτερα τῶν σωμάτων ἀραιότερον ἔχει τό τε δέρμα καὶ τὸ σαρκῶδες γένος ἐμάθομεν ἐν τοῖς περὶ κρά- σεων. ταῦτ᾿ οὖν εἰκότως φησὶ καὶ τὴν κρεηφαγίαν ἀνέχε- σθαι μᾶλλον, ὡς ἂν διαπνεόμενα καὶ τὰς ταλαιπωρίας· ἧσ- σον γὰρ ἁλίσκεται κόποις. ἐμάθομεν καὶ τοῦτο ἐν τοῖς ὑγιεινοῖς. εἰ δὲ ταῦτα καὶ τὰς εὐεξίας ἕξει χρονιωτέρας, ὡς ἂν μὴ εἰς ἄκρον ἀφικνουμένας ἑτοίμως.