Ancient Greek · ~4 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.30
Not analysed yet
Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστερέῃ καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν, ὡς ἀπέπτων τῶν σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων καὶ πλείω καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρό- νον. δῆλον γὰρ δὴ ὅτι ὑπ᾿ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλίη οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. Καλῶς ἐποίησεν ἐνταῦθα προσθεὶς αὐτὸς ἐπὶ τῷ τέ- λει. δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλία οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. ὡς πρὸς τοῦτον γὰρ ἀποβλέπων τὸν σκοπὸν, ἐκθερμαίνειν αὐ- τὴν πειρᾶται. καὶ κατὰ τοῦτο καθεύδειν τε πλείω χρόνον αὐτοῖς συμβουλεύει καὶ γυμνάζεσθαι, καὶ τὸν οἶνον ἀκρα- τέστερον πίνειν καὶ πλείονα καὶ τοῖς σιτίοις ἐλάττοσι χρῆ- σθαι κατ᾿ ἐκεῖνον τὸν χρόνον, καθ᾿ ὃν ἂν ἠπεπτηκότες τυγ- χάνωσιν, ὡς ἄν γε τῷ λοιπῷ γυμναζόμενοί τε καὶ κινού- μενοι καὶ πίνοντες τὸν οἶνον, ὡς εἰρήκαμεν, οὐδέν τι δέον- ται τῆς συμμέτρου ποσότητος τῶν σιτίων ἀφαιρεῖν.