Ancient Greek · ~3 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.5
Not analysed yet
Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ πλείω μαλακοῖσι καὶ ἐρυθροῖσι ξυμφέρει δὴ τὸν πλείονα χρόνον τοῦ ἐνιαυ-τοῦ ξηροτέροισι διαιτήμασι χρέεσθαι, ὑγρὴ γὰρ ἡ φύσις τῶν εἰδέων τουτέων. Ὥσπερ αἱ διαφοραὶ τῶν ὡρῶν ἐνδείκνυνται διάφορον δίαιταν, οὕτω καὶ τοῦ σώματος αἱ ἕξεις, ἐφ᾿ ἃς νῦν ἧκε συντελέσας τὸν περὶ τῶν ὡρῶν λόγον. ὥσπερ δὲ ἐν ταῖς ὥραις ἐνεδείκνυτο τὴν προσήκουσαν δίαιταν, οὕτω κᾀν ταῖς τοῦ σώματος ἰδέαις. οἱ μὲν γὰρ σαρκώδεις καὶ μαλα- κοὶ καὶ ἐρυθροὶ διὰ τὴν τῆς κράσεως ὑγρότητα τοιοῦτοι γεγόνασιν. οἱ δὲ ἐναντίως αὐτοῖς διακείμενοι, περὶ ὧν ἐφε- ξῆς ἐρεῖ, διὰ τὴν ξηρότητα. προσήκει τοιγαροῦν τοὺς μὲν ὑγροὺς ξηροτέρα χρῆσθαι διαίτῃ, τοὺς δὲ ξηροὺς ὑγροτέρᾳ. καὶ εἴπερ ταῦτα ἀληθῶς εἴρηται, πρόδηλον ὅτι καὶ τοὺς εὐκράτους εὐκράτῳ χρῆσθαι προσήκει τῇ διαίτῃ. λέγω δὲ εὐκράτους οὓς οὔτε σαρκώδεις οὔτε ἀσάρκους, ἀλλ᾿ εὐσάρ- κους ὀνομάζουσι.