Ancient Greek · ~5 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.4
Not analysed yet
Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσι, καὶ οὕτω δεῖ χρέεσθαι τουτέοισιν ὁκόταν τὸ θέρος ᾖ, ὅκως ψυχρὸν εἴη τὸ σῶμα καὶ μαλακόν. καὶ γὰρ ἡ ὥρη θερμή τε καὶ ξηρὴ καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐ- χμηρά. δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασιν τουτέοισιν ἀλέξα- σθαι, κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος εἰς τὸ ἤρ, οὕτω καὶ ἐκ τοῦ ἦρος εἰς τὸ θέρος καταστῆ-σαι, τῶν μὲν σιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθεὶς καὶ οὕτως τὰ ἐνιαύσια ποιέοντα καταστῆσαι ἐκ τοῦ θέ- ρεος εἰς τὸν χειμῶνα. ἐν δὲ τῷ φθινοπώρῳ πάλιν τὰ μὲν σιτία πλείω ποιεόμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα, ὅκως ὅ τε χειμὼν ἀγαθὸς ἔσται καὶ ὁ ἄνθρωπος διαχρή- σεται τοῖσί τε πόμασιν ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ τοῖσι σιτίοισιν ὡς πλείστοισί τε καὶ ξηροτάτοισιν, οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη ἥκιστα. ἡ γὰρ ὥρη λίαν ψυχρή τε καὶ ὑγρή. Τὰ παρόντα διὰ ταῦτα τεμάχια οὔτε τινὸς ἐξηγητοῦ δέονται, πασὶ δῆλα τοῦ Πολύβου ποιήσαντος, οὔτε τινὰ μέ- θοδον ἀκραιφνῆ ζητοῦντος, ἀλλὰ καθὰ κεῖται, αὐτὰ καὶ μόνα δῆλα καθεστήκασι.