Ancient Greek · ~1 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.8
Not analysed yet
Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χει- μῶσιν. οὕτως γὰρ ἂν μάλιστα ὑγιαίνοιεν. Καθόλου ὁ λόγος οὗτος εἴρηται πρὸς αὐτοῦ καὶ σαφῶς καὶ ἀληθῶς ἤδη πολλάκις ἐν πολλοῖς ἡμῖν διηνυσμένος.