Ancient Greek · ~2 min
Work 1
Galen, In Hippocratis vel Polybi Opus de Salubri Victus Ratione Privatorum Commentarius 1.9
Not analysed yet
Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέ- ρεος ἡσυχῇ ἔχειν, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ. Πῶς ὁδοιπορεῖν χρὴ διδάσκει καθ᾿ ἑκάστην τῶν ὡρῶν. τοῦ μὲν χειμῶνος αἱρούμενον τὸν ξηραίνοντά τε καὶ θερ- μαίνοντα π ερίπατον, τοῦ θέρους δὲ τὸν ἐναντίον σκοπὸν ποιεῖν, ἢ μὴ δι᾿ ἡλίου, φησὶν, ὁδοιπορεῖν. τηνικαῦτα γὰρ ἐπείγεσθαι χρὴ θᾶττον ἀπαλλαγῆναι τῆς γιγνομένης κατὰ τὴν τοιαύτην ὁδοιπορίαν ξηρότητός τε καὶ θερμότητος ἐν τῷ σώματι.