Ancient Greek
Fragment 2
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 2.1
Not analysed yet
76e7——77c5. Ἐπεὶ δὲ πάντ' ἦν τὰ τοῦ θνητοῦ ζῴου συμπεφυκότα μέλη καὶ μέρη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον κενούμενόν τ' ἔφθινε, βοήθειαν αὐτῷ θεοὶ μηχανῶνται. τῆς γὰρ ἀνθρωπίνης ξυγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσι κεραννύντες, ὥστε ἕτερον εἶναι ζῷον, φυτεύουσιν· ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασσῶς πρὸς ἡμᾶς ἔσχε, πρὶν δ' ἦν μόνα τὰ τῶν ἀγρίων γένη, πρεσβύτερα τῶν ἡμέρων ὄντα. πᾶν γὰρ οὖν ὅτιπερ ἂν μετάσχῃ τοῦ ζῆν, ζῷον μὲν ἂν ἐν δίκῃ λέγοιτ' ὀρθότατα· μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης μὲν λογισμοῦ τε καὶ νοῦ μέτεστι τὸ μηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς [τῆς] μετὰ ἐπιθυμιῶν. πάσχον γὰρ διατελεῖ πάντα, στραφέντι δ' αὐτῷ <ἐν ἑαυτῷ> περὶ αὑτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δὲ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ <τι> λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις· διὸ δὴ ζῇ μέν, ἐστὶ δὲ οὐχ ἕτερον ζῴου, μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγε διὰ τὸ τῆς ὑφ' ἑαυτοῦ κινήσεως ἐστερῆσθαι. Μέρη μὲν ὀνομάζεται πάντα τὰ συμπληροῦντα τὸ ὅλον ἢ εἰς ἃ διαιρεῖται τὸ ὅλον, ἰδίως δὲ μέλη τὰ τῶν ζῴων καλεῖται μέρη. νῦν οὖν τοῦ Πλάτωνος ἀντιδιῃρηκότος τὰ μέλη τοῖς μέρεσιν ἔνεστί σοι καὶ ἄλλην ὑπόνοιαν τοῦ σημαινομένου λαβεῖν καθ' ἑκάτερον τῶν ὀνομάτων, ὡς τὰ μὲν ἰδίαν ἔχοντα περιγραφὴν θατέρῳ τῶν ὀνομάτων ὑπ' αὐτοῦ δεδήλωται, τὰ δὲ τούτων αὐτῶν μέρη θατέρῳ, ποτέρῳ δὲ πότερα, μηκέθ' οἷόν τε βεβαίως ἀποφήνασθαι. τοῦτο μὲν οὖν ἐν τοῖς ὀνόμασι καὶ σημαινομένοις τὴν ζήτησιν ἔχει μηδὲν συντελοῦν εἰς τὴν τῶν πραγμάτων ἐπιστήμην, ἴδωμεν δὲ μᾶλλον ἃ λέγει περὶ τῶν πραγμάτων αὐτῶν ἔνθα φησὶ τὴν ζωὴν ἡμῶν ἐν πυρὶ καὶ πνεύματι κατ' ἀνάγκην εἶναι. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ἡ γένεσις τοῖς γενητοῖς ἐστι, γῆς <καὶ> πυρὸς ὕδατός τε καὶ ἀέρος, ὅτι τούτων τὰ μὲν ὑλικώτερα γῆ τε καὶ ὕδωρ ἐστί, τὰ δὲ δραστικώτερα καὶ μάλιστ' ἐν τοῖς ζῴοις πῦρ τε καὶ πνεῦμα, σχεδὸν ἅπασιν ὡμολόγηται· τὸ δ' ὑπὸ τούτων διοικούμενον σῶμα πολλὰς ἔχειν ἀναγκαῖόν ἐστιν οὐ μόνον κενώσεις, ἀλλὰ καὶ τὰς ἀδήλους αἰσθήσει διαπνοάς τε καὶ ἀπορροάς· χρῄζει τοίνυν διὰ ταῦτα τροφῆς ἀναπληρούσης τὸ διαφορούμενον τῆς οὐσίας αὑτοῦ, καὶ ταύτης ἕνεκα οἱ θεοὶ τὰ φυτὰ κατεσκεύασαν, ἃ δὴ <καὶ> πρόσθεν ἐδείκνυμεν εὐλόγως ὑπ' αὐτοῦ ζῷα κεκλῆσθαι. προϋποκειμένου γὰρ τοῦ τὴν ψυχὴν ἀρχὴν εἶναι κινήσεως, ὁμολογουμένου δὲ καὶ τοῦ τὰ φυτὰ τὴν ἀρχὴν κινήσεως ἔχειν ἐν ἑαυτοῖς, ἔμψυχα προσηκόντως ὀνομασθήσεται· τὸ δὲ ἔμψυχον σῶμα πάντες ἄνθρωποι καλοῦσι ζῷον. εἰ δὲ καὶ Ἀριστοτέλης βούλοιτο μὴ μόνον τῷ ἔμψυχον εἶναι τὸ σῶμα ζῷον ὀνομάζεσθαι προσηκόντως, ἀλλὰ χρῆναι προστίθεσθαι τούτῳ <τὸ> αἰσθητικόν, οὐδὲ τούτου στερεῖται τὰ φυτά. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι γνωριστικὴν δύναμιν ἔχειν αὐτὰ τῶν τ' οἰκείων οὐσιῶν, ὑφ' ὧν τρέφεται, τῶν τ' ἀλλοτρίων, ὑφ' ὧν βλάπτεται, καὶ διὰ τοῦτο τὰς μὲν οἰκείας ἕλκειν, τὰς δ' ἀλλοτρίας ἀποστρέφεσθαι καὶ ἀπωθεῖσθαι, καὶ διὰ τοῦτ' οὖν ὁ Πλάτων εἶπεν αἰσθήσεως γένους ἰδίου μετέχειν τὰ φυτά· τὸ γὰρ οἰκεῖόν τε καὶ ἀλλότριον γνωρίζει. Ταῦτα μὲν εἰς τὴν τοῦ Πλάτωνος ῥῆσιν αὐτάρκως εἴρηται διὰ βραχέων, ἀπολείπεται δὲ ἀναμνῆσαι τοὺς μίαν οὐσίαν λέγοντας εἶναι τῆς ψυχῆς ἡμῶν δυνάμεις ἔχουσαν τρεῖς, λογιστικήν τε καὶ θυμοειδῆ καὶ τρίτην τὴν ἐπιθυμητικήν, ὅτι καὶ ἄλλοτε πολλάκις, ὡς ἐδείχθη, καὶ νῦν οὐχ ἥκιστα διὰ τῆς προκειμένης ῥήσεως ὁ Πλάτων εἶδος ἔφη ψυχῆς εἶναι τὸ ἐπιθυμητικόν, οὐχ ἑτέραν μὲν ἔχον ἐν φυτοῖς, ἑτέραν δὲ ἐν ἡμῖν φύσιν, ἀλλὰ τὴν αὐτήν, ᾠκίσθαι τε κατὰ τὸ ἧπαρ, οὐ κατὰ τὸν αὐτὸν δηλονότι τόπον, ἐν ᾧ τό τε θυμοειδὲς καὶ τὸ λογιστικόν, ὅπερ ἦν <ἂν> εὔλογον, εἰ μιᾶς οὐσίας αἱ τρεῖς ἦσαν δυνάμεις, καθάπερ φασὶν οἱ τὴν καρδίαν ὑποθέμενοι τοιαύτην εἶναι. κατὰ λόγον μὲν γὰρ ἐκεῖνοι μίαν οὐσίαν τιθέμενοι τῆς ψυχῆς δυνάμεις τρεῖς αὐτῆς εἶναί φασι τὰς γενικωτάτας, ὁ δὲ Πλάτων οὐ τὴν αὐτὴν οὐσίαν τὸ λογιστικὸν τῆς ψυχῆς τῷ ἀλόγῳ καὶ ἐπιθυμητικῷ φησιν ὑπάρχειν, ἀλλ' ἕτερον ἐκείνου, καὶ τοῦτο καὶ τῷ θυμοειδεῖ πολλάκις διαμάχεσθαι, καὶ μέντοι καὶ σύμμαχον ἔχειν ποτὲ τὸ θυμοειδὲς κατὰ τοῦ ἐπιθυμ<ητ>ικοῦ, <ἐν ἄλλῳ μέρει τοῦ> σώματος ᾠκισμένον. αὐτὸς οὖν καὶ τὴν εἰκόνα τῆς ὅλης ἡμῶν ψυχῆς εἰς τὰ μυθευόμενα τῶν ζῴων ἀνήνεγκεν, οἵαν οἱ ποιηταὶ λέγουσι τῆς Χιμαίρας καὶ Σκύλλης καὶ Κερβέρου· οὐδενὶ γὰρ εἰκάσθαι τῶν νῦν ὄντων ἐν τῷ κόσμῳ τὴν ψυχὴν ἡμῶν εὗρεν ἑτέρῳ κυριωτέρῳ. ὁμοία μέν γε καὶ ἡ κατὰ τὸν ἡνίοχόν τε καὶ τοὺς ἵππους εἰκών, ἀλλὰ τῆς ἐν τῇ Πολιτείᾳ λελεγμένης εἰκόνος ἀπολείπεται, καθ' ἣν τοῖς συνθέτοις ζῴοις, ὡς ἡ Χίμαιρα μυθεύεται, τὴν ὅλην ψυχὴν ἡμῶν ἐοικέναι φησί. παρεθέμην δ' ἔμπροσθεν αὐτοῦ τὴν λέξιν, ἐν ᾗ ταῦτα λέγεται. σχετλιαζέτωσαν οὖν, ὡς ἔθος αὐτοῖς ἐστι, γελῶντές τε ἅμα καὶ βωμολοχευόμενοι καὶ διασύροντες ἡμῶν τὸν λόγον ὡς ληρούντων, εἰ <δυνάμεις ἔχειν ἡμᾶς> τρεῖς λέγομεν ἃς ἀπέδειξα, κατὰ μὲν τὸν ἐγκέφαλον τὴν ἀρχὴν εἶναι τῶν νεύρων τε καὶ προαιρετικῶν κινήσεων, ἔτι τε πρὸς τούτοις αἰσθήσεων πέντε κατὰ δὲ τὸ ἧπαρ αἵματός τε καὶ φλεβῶν καὶ τοῦ τρέφεσθαι τὸ σῶμα καὶ τοῦ γνωρίζειν τήν τ' οἰκείαν οὐσίαν εἰς τοῦτο <καὶ τὴν ἀλλοτρίαν>, κατὰ δὲ τὴν καρδίαν ἀρτηριῶν καὶ τῆς ἐμφύτου θερμασίας καὶ σφυγμῶν καὶ θυμοῦ. Πλάτων δὲ ὀνομάζει τὰς ἀρχὰς ταύτας εἴδη ψυχῶν, οὐ μιᾶς οὐσίας δυνάμεις μόνον. ὄντος οὖν τοῦ καὶ τὰς οὐσίας αὐτῶν διαφερούσας εἶναι καὶ τὴν ἐν τοῖς εἰρημένοις σπλάγχνοις οἴκησιν, ἐξέστω τῷ βουλομένῳ δυνάμεις [ἔχειν ἡμᾶς τρεῖς] ὀνομάζειν οὐ ψυχάς· οὐδὲ γὰρ οὔτ' εἰς ἰατρικὴν οὔτ' εἰς φιλοσοφίαν βλαβησόμεθα, διοικεῖσθαι τὸ ζῷον ὑπὸ τριῶν ἀρχῶν εἰπόντες, ὧν τὴν μὲν ἐν ἐγκεφάλῳ ἱδρῦσθαι, τὴν δὲ ἐν καρδίᾳ, τὴν δὲ ἐν ἥπατι. Καὶ περὶ μὲν τούτων ἅλις, ὃ δ' ἐπὶ τέλει τῆς ῥήσεως ἔγραψεν ἴδωμεν ὅπως εἴρηται περί τε τῶν φυτῶν καὶ τοῦ τρίτου τῆς ψυχῆς εἴδους. στραφέντι, γάρ φησιν, αὐτῷ ἐν ἑαυτῷ περὶ αὑτό, τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησιν, τῇ δὲ οἰκείᾳ χρησαμένῳ, τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις. δοκεῖ γὰρ ἐναντία τούτοις λέγειν ἐφεξῆς, ἔνθα φησὶ μόνιμόν τε καὶ κατερριζωμένον πεπηγέναι διὰ τὸ τῆς ὑφ' ἑαυτοῦ κινήσεως ἐστερῆσθαι. χρὴ δὲ ἀκοῦσαι κατὰ μὲν τὸν πρότερον λόγον οἰκείαν αὐτοῦ κίνησιν, ὥσπερ οὖν καὶ ἔστι, καθ' ἣν [καὶ] ἐκ βραχυτάτου σπέρματος ἀρχόμενον ἄνω μὲν τὸ αἰωρηθὲν αὐτοῦ, κάτω δὲ ἀποτείνει τὰς ῥίζας, ἕλκει δὲ τὴν ἐκ τῆς γῆς τροφήν, ἀναφέρει δὲ μέχρι τῶν ἐσχάτων βλαστημάτων, αὔξησίν τε ἔχει μέχρι πλείστου πάντων τῶν μορίων, ἀκίνητον δὲ εἶναι κατὰ τὴν ὀνομαζομένην ὑπό τινων μεταβατικὴν κίνησιν, ἥτις ἀμειβόντων τοὺς τόπους καὶ μεθισταμένων ἐξ ἄλλης χώρας εἰς ἄλλην γίνεται. κατὰ ταύτην γὰρ αὐτὸ μόνιμόν τε καὶ κατερριζωμένον ἔφη. Αὕτη μὲν ἡ ἐξήγησίς μοι γέγονε κατὰ τὴν τῶν Ἀττικιανῶν ἀντιγράφων ἔκδοσιν, ἐν ἑτέροις δὲ εὑρὼν γεγραμμένον διὰ τὸ τῆς ἐξ αὑτοῦ κινήσεως, ἐνενόησα λείπειν τὸ ω στοιχεῖον γράψαντος τοῦ Πλάτωνος διὰ τὸ τῆς ἔξω ἑαυτοῦ, ἵνα τὴν μεταβατικὴν κίνησιν ἀποφήσῃ τῶν φυτῶν μόνην.