Ancient Greek · ~3 min
Fragment 3
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Paris. gr. 2838) 3
Not analysed yet
77c6——9. Ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖς ἥττοσιν ἡμῖν τροφήν, τὸ σῶμα αὐτὸ ἡμῶν διωχέτευσαν τεμόντες οἷον ἐν κήποις ὀχετούς, ἵν' ὥσπερ ἐκ νάματος ἐπιόντος ἄρδοιτο. Ἕνεκα τοῦ τρέφεσθαι τὰ σώματα ἡμῶν παρεσκευάσθαι φησὶν ὑπὸ τῶν θεῶν τὰ φυτά, καταπινόντων ἡμῶν εἰς τὴν γαστέρα δηλονότι καρποὺς αὐτῶν καὶ μόρια καὶ τῶν καταποθέντων εἰς λεπτὰ καταθραυομένων, ὅπως ἀναδοθῇ <διὰ τῶν> φλεβῶν ὁμοίῳ <τρόπῳ> τῷ κατὰ τοὺς ἐν κήποις ὀχετούς, διὰ μὲν αὐτῶν τῶν ὀχετῶν φερομένου τοῦ ὕδατος, ἐξ αὐτῶν δὲ διαδόσεως εἰς τὰ πλησίον μέρη τῶν κήπων γενομένης· καὶ τοσοῦτόν γε <τὸ> διάστημα μεταξὺ τῶν ὀχετῶν οἱ κηπουροὶ ποιοῦσιν, ὡς ἱκανὸν εἶναι διὰ παντὸς αὐτοῦ χωρῆσαι <τὸ ὕδωρ> τὸ κατὰ διάδοσιν μέλλον ἐκ τῶν ὀχετῶν ἄρδειν τὰ μεταξύ.