Ancient Greek
Fragment 21
Galen, In Platonis Timaeum commentarii fragmenta (e cod. Scorial. Φ III 11 [ 230 Revilla]) 21
Not analysed yet
ὅτι δι' ὅλου τοῦ κόσμου τὴν ψυχὴν αὐτοῦ διεληλυθέναι φησὶ ὁ Πλάτων λέγων οὕτω· ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντὸς ἔτεινεν. εἴπερ οὖν διὰ παντός φησι τοῦ κόσμου τετάσθαι τὴν ψυχὴν αὐτοῦ, πολὺ δήπου μᾶλλον διὰ τοῦ ἡλίου.